Σάββατο 12 Ιανουαρίου 2013

Η Αγάπη μέσα από την Καινή Διαθήκη

Η Αγάπη μέσα από την Καινή Διαθήκη

κατὰ Ματθαῖον, ε´ 44

... ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καλῦς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκώντων ὑμᾶς...

... ἐγὼ δὲ σᾶς λέγω, ἀγαπᾶτε τοὺς ἐχθρούς σας, εὔχεσθε πρὸς Θεὸν ἀγαθὰ δι᾿ ἐκείνους, οἱ ὁποῖοι σᾶς καταρῶνται, εὐεργετεῖτε ἐκείνους ποὺ σᾶς μισοῦν καὶ προσεύχεσθε ὑπὲρ ἐκείνων, οἱ ὁποῖοι σᾶς μεταχειρίζονται ὑβριστικῶς καὶ περιφρονητικῶς καὶ σᾶς καταδιώκουν ἀδίκως...
Glyph-1


κατὰ Μάρκον, ιβ´ 30-31

... καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, αὕτη πρώτη ἐντολή. καὶ δευτέρα ἐντολὴ αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι.

... καὶ ὀφείλεις νὰ ἀγαπήσῃς Κύριον τὸν Θεόν σου μὲ ὅλην τὴν καρδία σου καὶ μὲ ὅλην τὴν ψυχή σου καὶ μὲ ὅλον τὸν νοῦ σου καὶ μὲ ὅλη τὴν ἰσχύ σου, αὑτὴ εἶναι ἡ πρώτη ἐντολή. καὶ δευτέρα ἐντολὴ εἶναι αὑτή· νὰ ἀγαπήσῃς τὸν πλησίον σου ὡς τὸν ἐαυτόν σου. Μεγαλύτερη ἐντολὴ ἀπὸ αὐτὲς δὲν ὑπάρχει.

Glyph-1


κατὰ Λουκᾶν, στ´ 35

... ἀγαπᾶτε τοὺς ἐχθρούς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε ὑιοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστὸς ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηροὺς.

... νὰ ἀγαπᾶτε τοὺς ἐχθρούς σας καὶ νὰ τοὺς εὐεργετεῖτε καὶ νὰ τοὺς δανείζετε, χωρὶς νὰ ἐπίζετε σὲ ἀναπόδοση· καὶ θὰ εἶναι πολλὴ ·η ἀνταμοιβή σας ἀπὸ τὸν Θεόν· θὰ εἶσθε τέκνα τοῦ Ὑψίστου κατὰ χάρη καὶ θὰ τοῦ ὁμοιάζετε, ἀφοῦ καὶ αὐτὸς εἶναι εὐεργετικὸς πρὸς τοὺς ἀχάριστους καὶ πονηρούς.

Glyph-1


Κατὰ Ἰωάννην

Κεφάλαιο 13

ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾱτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾱς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἔν ἀλλήλοις.

Σᾶς δίδω νέα ἐντολή· νὰ ἀγαπᾶτε δηλαδὴ ὁ ἕνας τὸν ἄλλο, ὅπως ἐγὼ ἠγάπησα ἐσᾶς, ἔτσι καὶ ἐσεῖςνὰ ἀγαπᾶσθε μεταξύ σας. Ἔτσι, θὰ μάθουν ὅλοι, ὅτι εἶστε μαθητές δικοί μου, ἐὰν ἔχετε ἀγάπη μεταξύ σας.


Κεφάλαιο 15

Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστι. πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπόν, αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν. μείνατε ἐν ἐμοί, κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μένητε. ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν. ἐὰν μή τις μένῃ ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσι, καὶ καίεται. ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε αἰτήσασθε, καὶ γενήσεται. ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε, καὶ γένησθε ἐμοὶ μαθηταί. καθὼς ἠγάπησέ με ὁ πατήρ, κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ. ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν μείνῃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ. αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς. μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. ὑμεῖς φίλοι μού ἐστε, ἐὰν ποιῆτε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν. οὐκέτι ὑμᾶς λέγω δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδε τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν. οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς, καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ, ἵνα ὅ,τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν. ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἴχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε.

Κεφάλαιο 17

Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον, ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ, ἵνα πάντες ἓν ὦσιν, καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, ἵνα ὁ κόσμος πιστεύσῃ ὅτι σύ με ἀπέστειλας. κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν ἐσμὲν, ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν, καὶ ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας. Πάτερ, οὓς δέδωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσι μετ' ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμὴν ἣν δέδωκάς μοι, ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου. πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων, καὶ οὗτοι ἔγνωσαν ὅτι σύ με ἀπέστειλας, καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου καὶ γνωρίσω, ἵνα ἡ ἀγάπη ἣν ἠγάπησάς με ἐν αὐτοῖς ᾖ κἀγὼ ἐν αὐτοῖς.

Glyph-1


Παύλου πρὸς Ρωμαίους, ιβ´ 18-21

εἰ δυνατόν, τὸ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γάρ· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. μὴ νικῷ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.

Ὅσον ἐξαρτᾶται ἀπὸ σᾶς, προσπαθεῖτε νὰ ἔχετε εἰρηνικὲς σχέσεις μὲ ὅλους. Μὴ ζητῆτε, ἀγαπητοί, νὰ ὑπερασπίζετε τὸν ἑαυτόν σας μὲ ἐκδίκηση, ἀλλὰ δότε τόπο στὴν ὀργή. διότι, καθὼς εἶναι γραμμένο τὴν ἀνταπόδωση θὰ τὴν δώσει ὁ Κύριος. Ἐὰν λοιπὸν πεινᾶ ὁ ἐχθρός σου, τάιζέ τον· ἐὰν διψᾶ, πότισέ τον· διότι, ἔτσι θὰ μαζεύσης στὴν κεφαλή του τύψεις καὶ ντροπὴ πολλή, ὡς κάρβουνα ἀναμμένα. Μὴ νικᾶσαι ἀπὸ τὸ κακό, ὥστε νὰ παρασύρεσαι σὲ ἐκδίκηση, ἀλλὰ νίκα τὸ κακό μὲ τἠν ἀγαθοεργία σου.

Glyph-1


Α´ Πέτρου, δ´ 8-9

πρὸ πάντων δὲ εἰς τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν·

ἐπάνω δὲ ἀπὸ ὅλα, φροντίσατε νὰ ἔχετε μεταξὺ σας ἀγάπη διαρκῆ καὶ θερμή, διότι ἔτσι ἡ άγάπη θὰ σκεπάσει καὶ θα συγχωρήσει ὅλες τὶς ἁμαρτίες σας· νὰ γίνετε φιλόξενοι, χωρὶς νὰ γογγύζετε.

Glyph-1


Α´ Ἰωάννου, δ´ 16

Ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου