Περὶ των κυριοτήτων καὶ των δυνάμεων καὶ των ἐξουσιών καὶ περὶ της μέσης αὐτών ἱεραρχίας
ΚΕΦΑΛΑΙΟΝ Η΄
Περὶ τῶν κυριοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἐξουσιῶν καὶ περὶ τῆς μέσης αὐτῶν ἱεραρχίας
1. Μετιτέον δὲ νῦν ἡμῖν ἐπὶ τὴν μέσην τῶν οὐρανίων νοῶν διακόσμησιν τὰς κυριότητας ἐκείνας ὑπερκοσμίοις ὀφθαλμοῖς ὡς ἐφικτόν ἐποπτεύουσι κᾳὶ τὰ ὄντως δυνατὰ θεάματα τῶν θείων ἐξουσιῶν καὶ δυνάμεων. Καὶ γὰρ ἑκάστη τῶν ὑπὲρ ἡμᾶς οὐσιῶν ἐπωνυμία τὰς θεομιμήτους αὐτῶν ἐμφαίνει τοῦ θεοειδοῦς ἰδιότητας. Τῶν μὲν οὖν ἁγίων κυριοτήτων τὴν ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγὴν οὐδεμιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην, αὐτὴν ἐλευθεροπρεπῶς ὡς ἀμιείλικτον κυριότητα πᾴσης μειωτικῆς δουλοποιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ καὶ ἐξῃρημένην ἁπάσης ἀνομοιότητος, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην καὶ πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ὡς ἐφικτὸν ἑαυτήν τε καὶ τὰ μετ᾽ αὐτὴν ἀγαθοειδῶς διαπλάττουσαν, πρὸς οὐδὲν τῶν εἰκῇ δοκούντων, ἀλλὰ πρὸς τὸ κυρίως ὂν ὁλικῶς ἐπεστραμμένην καὶ κυριαρχικῆς ἀεὶ θεοειδείας ἐν μετουσίᾳ κατὰ τὸ δυνατὸν αὐτῇ γινομένην.
Τὴν δὲ τῶν ἁγίων δυνάμεων ἀῤῥενωπόν τινα καὶ ἀκατάσειστον ἀνδρείαν εἰς πάσας τὰς κατ' αὐτὴν θεοειδεῖς ἐνεργείας, πρὸς μηδεμίαν ὑποδοχὴν τῶν ἐνδιδομένων αὐτῆ θεαρχικῶν ἐλλάμψεων ἀδραν ῶς ἐξασθενοῦσαν, δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένην, οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν, ἀλλ' ἀῤῥεπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν καὶ ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον δυνατῶς ἐπεστραμμένην, πρὸς δὲ τὰ δεύτερα δυναμοδότως καὶ θεοειδῶς προϊοῦσαν.
Τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν, καὶ τὸ τεταγμένον τῆς ὑπερκοσμίου καὶ νοερᾶς ἐξουσιότητος οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ' ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ' εὐταξίας ἀναγομένης τε καὶ τὰ μετ' αὐτὴν ἀγαθοειδῶς ἀναγούσης, καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης, καὶ ταύτην ὡς δυνατὸν ἀγγέλοις ἀναλαμπούσης ἐν ταῖς κατ' αὐτὴν εὐκόσμοις τάξεσι τῆς ἐξουσιαστικῆς δυνάμεως.
Ταύτας ἔχουσα τὰς θεοειδεῖς ἰδιότητας ἡ μέση τῶν οὐρανίων νοῶν διακόσμησις καθαίρεται μὲν καὶ φωτίζεται καὶ τελεσιουργεῖται καθ' ὃν εἴρηται τρόπον ὑπὸ τῶν θεαρχικῶν ἐλλάμψεων ἐνδιδομένων αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων.
2. Ἀμελει την δι αλλου λεγομενην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν σύμβολον ποίησόμεθα τῆς πόῤῥωθεν ἐπιτελουμένης καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. Ὡς γὰρ οἱ δεινοὶ περὶ τὰς ἱερὰς ἡμῶν τελετάς φασι τὰς αὐτοφανεῖς τῶν θείων ἀποπληρώσεις τῶν δι' ἑτέρων θεοπτικῶν μεθέξεων εἶναι τελεωτέρας, οὕτως οἶμαι καὶ τῶν ἀγγελικῶν τάξεων τὴν ἄμεσον μετουσίαν τῶν πρώτως ἐπὶ Θεὸν ἀνατεινομένων ἐναργεστέραν εἶναι τῶν διὰ μεσότητος ἀποτελουμένων. Διὸ καὶ πρὸς τῆς ἡμῶν ἱερατικῆς παραδόσεως τελεστικαὶ καὶ φωτουργοὶ καὶ καθαρτικαὶ δυνάμεις οἱ πρῶτοι νόες ὀνομάζονται τῶν ὑφειμένων ὡς δι᾽ αὐτῶν ἐπὶ τὴν πάντων ὑπερούσιον ἀρχὴν ἀναγομένων καὶ τῶν τελεταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων ἐν μετουσίᾳ κατὰ τὸ αὐτοῖς θεμιτὸν γινομένων. Τοῦτο γάρ ἐστι καθόλου τῇ θείᾳ ταξιαρχίᾳ θεοπρεπῶς νενομοθετημένον τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρχικῶν μετέχειν ἐλλάμψεων. Εὑρήσεις δὲ τοῦτο καὶ πολλαχοῦ τοῖς θεολόγοις ἐκπεφασμένον. Ἡνίκα γὰρ ἡ θεία καὶ πατρικὴ φιλανθρωπία τὸν Ἰσραὴλ ἐπιστρεπτικῶς ὑπὲρ τῆς ἱερᾶς αὐτοῦ σωτηρίας παιδεύσασα καὶ τιμωροῖς καὶ ἀτιθάσοις ἔθνεσιν εἰς ἐπανόρθωσιν ἐκδεδωκυῖα τῇ παντοίᾳ τῶν προνοουμένων ἐπὶ τὸ κρεῖττον μεταγωγῇ καὶ τῆς αἰχμαλωσίας ἠφίει καὶ πρὸς τὴν προτέραν ἐπιεικῶς, ἐπανῆγεν εὐπάθειαν, ὁρᾷ τῶν θεολόγων εἷς ὁ Ζαχαρίας ἕνα τῶν πρώτων ὡς οἶμαι καὶ περὶ Θεὸν ἀγγέλων (κοινὸν γὰρ ὡς ἔφην ἐστὶ πᾶσι τὸ τῆς ἀγγελικῆς ἐπωνυμίας) πρὸς αὐτοῦ Θεοῦ μαθόντα τοὺς περὶ τούτου «παρακλητικοὺς» ὡς εἴρηται «λόγους», ἕτερον δὲ τῶν ὑφειμένων ἀγγέλων πρὸς ὑπάντησιν τοῦ πρώτου προπορευόμενον ὡς πρὸς ἐλλάμψεως ὑποδοχὴν καὶ μετάληψιν, εἶτα πρὸς αὐτοῦ τὴν θείαν βουλὴν ὡς πρὸς ἱεράρχου μυούμενον καὶ τὸ μυῆσαι τὸν θεολόγον ἐπιτρεπόμενον, ὅτι «Κατακάρπως κατοικηθήσεται ῾Ιερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων». Ἕτερος δὲ τῶν θεολόγων Ἰεζεκιὴλ καὶ πρὸς αὐτῆς φησι τοῦτο πανιέρως νενομοθετῆσθαι τῆς τοῖς χερουβὶμ ἐπιβεβηκυίας ὑπερενδόξου Θεότητος. Τὸν γὰρ Ἰσραὴλ ὡς εἴρηται πατρικῆ φιλανθρωπίᾳ διὰ παιδείας ἐπὶ τὸ κρεῖττον μετάγουσα δικαιοσύνῃ θεοπρεπεῖ τῶν ὑπευθύνων ἀποκρίνεσθαι τοὺς ἀνευθύνους ἐδικαίωσε τοῦτο μυεῖται πρῶτος μετὰ τὰ χερουβὶμ ὁ τὴν ὀσφῦν σαπφείρῳ διεζωσμένος ὃς τὸν ποδήρη κατὰ σύμβολον ἱεραρχικὸν ἐνδεδύκει, τοὺς δὲ λοιποὺς ἀγγέλους, οἳ τοὺς πελέκεις εἶχον, ἡ θεία ταξιαρχία κελεύει πρὸς τοῦ προτέρου μυεῖσθαι τὴν περὶ τούτου θεοκρισίαν. Τῷ μὲν γὰρ ἔφη μέσην διελθεῖν τὴν Ἰερουσαλὴμ καὶ δοῦναι τὸ σημεῖον εἰς τὰ μέτωπα τῶν ἀνευθύνων ἀνδρῶν, τοῖς ἄλλοις δὲ «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν», «ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε».
Τί ἄν τις εἴποι περὶ τοῦ φήσαντος ἀγγέλου τῷ Δανιὴλ· «᾽Εξῆλθεν ὁ λόγος»; ἢ περὶ αὐτοῦ τοῦ πρώτου τὸ πῦρ ἐκ μέσου τῶν χερουβὶμ ἀνειληφότος; ἢ τὸ τούτου περισσότερον εἰς εὐταξίας ἀγγελικῆς ἀπόδειξιν, ὅτι τὰ χερουβὶμ ἐμβάλλει τὸ πῦρ εἰς τὰς χεῖρας τοῦ τὴν ἁγίαν στολὴν ἐνδεδυκότος; ἢ περὶ τοῦ κεκληκότος τὸν θειότατον Γαβριὴλ καὶ φήσαντος αὐτῷ· «Συνέτισον ἐκεῖνον τὴν ὅρασιν»; ἢ ὅσα ἄλλα πρὸς τῶν ἱερῶν θεολόγων εἴρηται περὶ τῆς τῶν οὐρανίων ἱεραρχιῶν θεοειδοῦς εὐκοσμίας, πρὸς ἣν ἡ τῆς παρ' ἡμῖν ἱεραρχίας εὐταξία κατὰ τὸ δυνατὸν ἀφομοιουμένη τὴν ἀγγελικὴν εὐπρέπειαν ὡς ἐν εἰκόσιν ἕξει, τυπουμένη δι' αὐτῆς καὶ ἀναγομένη πρὸς τὴν ὑπερούσιον ἁπάσης ἱεραρχίας ταξιαρχίαν;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου